Ωχ! Ανάσταση!

Ερανιστική εργασία περικοπών των ευαγγελίων, που αφορούν την «ανάσταση» του Ιησού
με σχόλια και παρατηρήσεις υπό του ασεβέστάτου
Λασκάρεως Στουγιαννίδη, Αθηναίου.
Γλυφάδα
Μάρτιος 2010
Copyright © 2009 – A. Stoougiannidis

Εισαγωγή

Η «Καινή Διαθήκη» είναι βιβλίο διαχρονικό. Γράφεται και πλαστογραφείται και παραμορφώνεται επί αιώνες τώρα. Λόγω επικαιρότητας συμμάζεψα μόνον μερικές περικοπές σχετικές με την ανάσταση του Ιησού, από τα Τέσσαρα κανονικά ευαγγέλια και τις σχολίασα. Χωρίς φόβο και πάθος. Κριτήριο ή λογική και όχι ο φανατισμός ή η προσήλωση σε προκαθορισμένες φορμούλες.

Μπορεί κάνεις να διαπιστώσει ιδίοις όμμασι τις αντιφάσεις και της λογικές ασυνέπειες από Ευαγγέλιο σε Ευαγγέλιο. Δηλαδή τα τέσσαρα «θεόπνευστα» βιβλία που αντιφάσκουν φοβερά μεταξύ τους και που περιγράφουν «άλογα» γεγονότα. Μήπως από εδώ βγήκε η έκφραση «δεν ξέρει που του παν τα τέσσερα»;
Τοποθετήστε τον δείκτη του ποντικού σας πανω από τις ενδείξεις των Υποσημειώσεων, έχουν την μορφή [U3]

... καθώς ακούω κρίνω, και η κρίσις η εμή δίκαια εστίν

Ιωαν Κεφ. 5 στ. 30

Η Ανάσταση κατά τον Ματθαίον. Κεφ. 28

1 Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων[U1], ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία [U2] θεωρῆσαι [U3]τὸν τάφον. 2 καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας[U4] · ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε[U5] τὸν λίθον ἀπὸ τῆς θύρας καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. 3 ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. 4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί. 5 ἀποκριθεὶς [U6] δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον [U7]ζητεῖτε· 6 οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπε. δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος. 7 καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν[U8] . 8 καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. 9 ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ, καὶ ἰδοὺ Ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων· Χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. 10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν[U9], κἀκεῖ με ὄψονται. 11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις λέγοντες· 13 Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. 14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσωμεν. 15 οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον. 16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος [U10]οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. 17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. 18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. [U11]19 πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη[U12], βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος[U13]. Ἀμήν.

Η Ανάσταση κατα τον Μάρκο Κεφ. 16

1 Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου [U14] καὶ Σαλώμη ἠγόρασαν ἀρώματα [U15] ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2 καὶ λίαν πρωῒ της μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3 καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; 4 καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται [U16] ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. 5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. 6 ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 7 ἀλλ' ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ [U17] ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. [U18] 8 καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ. 9 Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. 10 ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ' αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. 11 κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ' αὐτῆς, ἠπίστησαν. 12 Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. 13 κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. 14 Ὕστερον ἀνακειμένοις [U19] αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ τὴν σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. 15 καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. 16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται· 17 σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· 18 ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. 19 Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. 20 ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. ἀμήν.

Η Ανάσταση κατά Λουκάν

Κεφ. 23

48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. 49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν [U20] , καὶ γυναῖκες αἱ συνακολουθήσασαι [U21] αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. 50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ, βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος 51 - οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν - ἀπὸ Ἁριμαθαίας [U22] πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ, 52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, 53 καὶ καθελὼν αὐτὸ ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος· 54 καὶ ἡμέρα ἦν παρασκευὴ, σάββατον ἐπέφωσκε. 55 Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν[U23] .

Κεφ. 24

1Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καὶ τινες σὺν αὐταῖς. 2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, 3 καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. 4 καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήτεσιν ἀστραπτούσαις. 5 ἐμφόβων δὲ γενομένων καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 6 οὐκ ἔστιν ὧδε, ἀλλ' ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7 λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. 8 καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, 9 καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. 10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου [U24] καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. 12 ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. 13 Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν [U25] ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς. 14 καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· 16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17 εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί; 18 ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ [U26] καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19 καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ, 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου[U2]7 καὶ ἐσταύρωσαν [U28] αὐτόν. 21 ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι [U29] τὸν Ἰσραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ' οὗ ταῦτα ἐγένετο. 22 ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον, 23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. 24 καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. 25 καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται[U30]! 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27 καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. 28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι· 29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ' ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. 30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ' αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. 31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ' αὐτῶν. 32 καὶ εἶπον πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 33 Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ[U31] , καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34 λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. 35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου. 36 Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα[U32]. 40 καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς [U33] καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. 44 εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται [U34] καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ[U35], 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν [U36] εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. 48 ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ' ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. 50 Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν[U37], καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ' αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν[U38]. 52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες [U39] καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.

Η Ανάσταση κατά Ιωάννην

Κεφ. 20

1 Τῇ δὲ μιᾷ τῶν σαββάτων [U40] Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. 2 τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς[U41], καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. 3 ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. 4 ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, 5 καὶ παρακύψας[U42] βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. 6 ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, 7 καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. 8 τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς [U43] ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν· 9 οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι[U44]. 10 ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί. 11 Μαρία [U45] δὲ εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω. 12 ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους [U46][U46] ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. 13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; λέγει αὐτοῖς· Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. 14 καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστι. 15 λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι [U47], λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. 16 λέγει αὐτῇ ὁ Ἰησοῦς· Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ραββουνί, ὃ λέγεται, διδάσκαλε. 17 λέγει αὐτῇ ὁ Ἰησοῦς· Μή μου ἅπτου[U48]· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. 18 ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ. 19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων [U49] ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι [U50] διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. 24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ' αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων,[U51] καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. 27 εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28 καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

Παραρτημα Α

Χάρτης Παλαιστίνης 1 (Κανά -> Ιερουσαλήμ ~120 χλμ ευθεια)

Ιερουσαλήμ -> Εμμαούς

Χαρτης Παλαιστίνης

Η μια των σαββάτων είναι η επομένη του Σάββατου δηλαδή η κυριακή
[U2]Ποια;
[U3]Εδώ τα μύρα τέλος.Πήγανε για χάζι.
[U4]2ος σεισμός σε μια μη σεισμογενή χώρα.
[U5]Αν τον απεκύλισε εκείνη την ώρα , ο αναστηθείς Ιησούς πρέπει να πέρασε από μπροστά από τις Μαρίες. Αν ήδη αποκεκύλισται ο λίθος, ούτε την ώρα ούτε άλλες λεπτομέρειες είδε κάνεις.
[U6]Δεν του υπεβλήθη καμιά ερώτηση!
[U7]“Τον σταυρωθέντα” , γιατί πλέον είχε αποκαθηλωθεί.
[U8]Να! Σας είπα ο,τι είχα να πω!
[U9]Άιντε-άιντε ούτε ήξερε τι έλεγε! Αφού σε μια βδομάδα μπήκε μέσα "των θυρών κεκλεισμένων"!
[U10]Ο Άγγελος δε μιλάει για όρος. Άρα ήταν προσυμφωνημένη, καρφωτή και μιλημένη η συνάντηση.
[U11]Αν είχε όλη αυτή την εξουσία θα έπρεπε ν αναστηθεί με πάσα μεγαλοπρέπεια και ενώπιον μαρτύρων. Γιατί κρυβόταν σαν συνωμότης; Αφού μπόρεσε να αναστηθεί μια φορά μπορούσε να ανασταίνεται όποτε θέλει.
[U12]ΕΘΝΗ = Οι εθνικοί, ειδωλολάτρες μη Ιουδαίοι! Άρα τους Εβραίους έξω! Κρίμας την υποδοχή των Βαΐων!
[U13]Η φράση σημαίνει «πάντοτε» ή έχει κάποια διάρκεια πχ. Μέχρι την Δευτέρα Παρουσία;
[U14]Εδώ αποκαλύπτεται η άλλη Μαρία είναι η Γυναίκα του Ιακώβου κουνιάδα του Ιησού.
[U15]Αδύνατο να αγοράσουν αρώματα κατά ήμερα Σάββατο ιδίως δε το Σάββατο του Πάσχα. Τα διανυκτερεύοντα φαρμακεία ανακαλύφθηκαν αργότερα.
[U16]Εδώ τα βρίσκουν όλα έτοιμα! ΣΥΜΠΕΡΑΣΜΑ Κυριακή πρωί έχει ήδη αναστηθεί! Αλλά σεισμός δεν έγινε όπως στο Μάρκο.
[U17]Υποτιμητικά γιατί τον αρνήθηκε. Τον συγκαταλέγει όμως μεταξύ των ημετέρων.
[U18]Και οι γυναίκες είναι μέσα στο κόλπο. Ήδη τους έχει πει που θα συναντηθούν.
[U19]Ενώ έτρωγαν ξαπλωμένοι. Χωρίς φόβον Ιουδαίων και οι πόρτες ανοιχτές.
[U20]Τρισβάρβαρα τα Ελληνικά των οι άθλιοι! «Μακρόθεν» θα πει «από μακριά». Το «από μακρόθεν» είναι ανόητος πλεονασμός!
[U21]Η πιο κοντινή πόλη της Γαλιλαίος ήταν η Κανά. Αυτές πρέπει να ήρθαν με τα πόδια και να είχαν που να μείνουν στην Ιερουσαλήμ.
[U22]Άγνωστη Πόλη. Ενδεχομένως είναι η αλλού αναφερόμενη ως Ραμά. Πβ. «φωνή ηκούσθη εν Ραμά, Ραχήλ κλαίουσα τα τέκνα αυτής ....», Ο Ρ. Αμπελαιν ισχυρίζεται ότι η λέξη Αρ-Μαθ-Ετς σημαίνει «ο άνθρωπος των νεκρών», δηλ ο νεκροθάφτης.
[U23]Τούτος εδώ καταλαβαίνει ότι θα ήταν πολυ χονδρή ανοησία να αγοράζαν μύρα το Σάββατο του Πάσχα ή αναγνώρισε την ανοησία στα κείμενα των άλλων ευαγγελιστών, και κοίταξε να τα μπαλώσει.
[U24]Παρεμβολή σε ακατάλληλο μέρος. Αφού ήξερε ποιες ήσαν εκεί γιατί δεν το αναφέρει από την αρχή.
[U25]Δύο εκ των αποστόλων
[U26]«Οι παροικούντες την Ιερουσαλήμ» είναι έκφραση που επέζησε ως και σήμερα και σημαίνει «όλοι οι κάλως πληροφορημένοι».
[U27].. εις τους Ρωμαίους
[U28]Και οι Ρωμαίοι ...
[U29]Από τι; Οι θεωρητικοί λένε από το προπατορικό αμάρτημα. Φαντάζεσθε τι φαγούρα είχαν για το προπατορικό αμάρτημα οι φουκαράδες αμ-χααρέτς (φτωχολογιά, προλετάριοι ) του Ισραήλ, όταν στέναζαν από την Ρωμαϊκή σκλαβιά, την φορολογία κλπ.
Το προπατορικό αμάρτημα δεν αναφέρεται σαν πρόβλημα η αίτημα πουθενά στις γραφές. Αναφέρεται μόνον ένα συμβάν που αφορούσε τον Αδάμ και την Εύα. Ο Πανάγαθος, στις ποιο κακές στιγμές του, αποδίδει αμαρτίας πατέρων επί τέκνα "έως Τετάρτης γενεάς". Δεν ακούσθηκε να πληρώνεις αμαρτίες εις των αιώνα του αιώνος.
[U30]Γιατί εκπλήσσεται; Εδώ σε όλη την διάρκεια συνύπαρξης με το Ιησού είδαν χειροπιαστά σημεία και τέρατα και δεν επιστέψαν. Ένας που μπροστά στα μάτια τους σήκωσε ένα ήδη όζοντα τετραήμερο νεκρό είναι ευνόητο ότι μπορεί να αναστηθεί. Γιατί θα έπρεπε να ξέρουν τι έλεγαν οι προφήτες; Ας πίστευαν στα μάτια τους.
[U31]Οι δυο εξ αυτών υπέστρεψαν και βρήκαν τους 11. Δηλ. 11+2=13 πόσοι τελικά ήταν οι απόστολοι: Εδώ σε θέλω!
[U32]Το πνεύμα δεν έχει σάρκα και οστά όπως εγώ που με βλέπετε μπροστά σας. Δηλ. Δεν είμαι φάντασμα
[U33]Εμφανώς εμβόλιμο. Προσπάθεια να δικαιολογήσει τα αδικαιολόγητα.
[U34]Αυτό το «γέγραπται» πρέπει να ληφθεί cum grano salis. Ακόμα και να «γέγραπται», οι φτωχοί και αγράμματοι αλιείς δεν θα το είχαν διαβάσει. Αλλά και να το είχαν διαβάσει δεν θα το είχαν εννοήσει αφού όλα «γέγραπται» συμβολικά και μυστηριακά. Πβ Ιωνάς, 3 παίδες εν καμίνω, καιόμενη βάτος κλπ κλπ κλπ.
[U35]Ο αναγνώστης δεν πρέπει να θεωρεί ότι ήταν 3 πλήρεις ημέρες. (3Χ24=72 ώρες). Πέθανε Παρασκευή βράδυ και το πρωί της Κυριακής διαπιστώθηκε ότι δεν βρισκόταν στον τάφο. Άρα ήταν ‘νεκρός’ από 1 ώρα μέχρι 40 ώρες το πολύ.
[U36]Αφού πήραμε άφεση αμαρτιών γιατί βαφτίζουμε τα παιδάκια. Τι άλλες αμαρτίες τα βαραίνουν; Μήπως το ότι λερώνουν τα βρακάκια τους (pumpers).
[U37]Γιατί Αυτή η βόλτα; Εκεί ήταν το Αεροδρόμιο, θα έλεγε ο Ντένιγκεν!
[U38]Παρακαλώ προσδεθείτε και τοποθετήστε την πλάτη του καθίσματος στην όρθια θέση...
[U39]Που πήγε ο ΦΟΒΟΣ των ΙΟΥΔΑΙΩΝ; Στο Ιερό μπορούσαν να τους συλλάβουν αυτοί που θα τους κυνηγούσαν (Ιουδαίοι ή Ρωμαίοι). Το πιθανότερο ήταν βέβαια ο «φόβος των Ρωμαίων». Οι οποίοι Ρωμαίοι αφού σταυρώσαν τον Βασιλέα, θα έψαχναν για οπαδούς του ή διάδοχους του για να μην έχουμε τα ίδια του συχωρεμένου.
[U40]Κυριακή τα χαράματα και όχι πρωί.
[U41]Περίφραση που χρησιμοποιεί ο Ιωάννης για να δηλώσει τον εαυτό του.
[U42]Μιλάει σαν ο τάφος να είναι λάκκος. Ο λίθος όμως στους άλλους ευαγγελιστές αποκεκύλισται. Εδώ ο Ιωάννης λέει ότι ήρθη (ανασηκώθηκε). Μ’ όλο τούτο χωράει δύο άτομα (βλ. στ. 8)
[U43]Το «και ο άλλος» σημαίνει ότι ο Πέτρος δεν βγήκε. Άρα χωρούσαν 2 άνθρωποι, μάλλον όρθιοι.
[U44]Ούτε αυτοί είδησαν ούτε ουδείς άλλος οιδε!Οπως λεγαμε στα παλιά παραμύθια: "ουτ' εγώ ημουν εκεί ουτ΄εσείς να το πιστέψετε"
[U45]Εννοεί την Μαγδαληνή βλ. στ. 18.
[U46]Αφού «παρέλειψε» μάλλον εννοεί ότι οι άγγελοι «εκαθέζοντο» μέσα στο μνημείο (λάκκο) που αποδεδειγμένα χωρούσε 2 άτομα.,
[U47]Εξακολουθεί να είναι νύκτα. (βλ στ 1 σκοτίας έτει ούσης)
[U48]Έκφραση που επέζησε ως τις μέρες μας και αποδίδει το χαρακτηριστικό του ευπαθούς (μυγιάγγικτου) ατόμου.
[U49]Σε αντίθεση με τους άλλους ευαγγελιστές θέλει να δείξει ότι ο Ιησούς ήταν πια πνεύμα και περνούσε μέσα από κλειστές πόρτες. Το ενδεχόμενο να άνοιγε η πόρτα απέξω δεν ευσταθεί λόγω του φόβου.
[U50]Το ότι υπήρχε φόβος ήταν βέβαιο. Το ότι εφοβουντο τους Ιουδαίους συζητείται. Εκείνο που είναι ΑΠΑΡΑΔΕΚΤΟ είναι να μαζευτούνε σε ένα μέρος όπου θα τους έπιαναν μαζεμένους σαν ποντικούς στη φάκα. Κανόνας είναι να διασπαρθούν για ένα διάστημα και μετά να συναντηθούν σε κάποιο προσυμφωνημένο μέρος.
[U51]Εκεί αυτός! Πείσμα να μπαίνει από κλειστές πόρτες.